Imatges de pàgina
PDF
EPUB

ΑΔΑΜ. ΟΡΛΑΝΔΟΣ.

ΑΔ. ΜΗ δῆτα δράσης ταῦτά γ ̓ἀργύρου πάλαι

σμικρόν τι θησαύρισμα φειδώλῳ βίῳ

ἔσωσα, τοῦ σοῦ πατρὸς οἰκέτης γεγώς,
πολιαῖς τιθηνὸν τοῦθ ̓ ἑτοιμάσας, ἐπεὶ
ἄρθροισι γῆρας χωλοποιὸν ἐμπέσοι,
τὸ λαξπάτητον, κἀκποδὼν βεβλημένον.
σύ νυν δέχου μοι τοῦτο, χώ καθ ̓ ἡμέραν
στρουθοῖσι καὶ κόραξι πορσύνων τροφὴν
καμοὶ τροφεὺς γένοιτο τοὐντεῦθεν βίου.
ἰδοὺ, τόδ ̓ ἐστι,τοῦτό σοι δίδωμι πᾶν,
ξύν σοι δ ̓ ἑκὼν ἑκόντι γ ̓ εἶμι πρόσπολος.
γέρων μὲν εἰμὶ ἐς ὄψιν, ἰσχύω δ ̓ ὅμως,
ὥρα γὰρ ἀσκῶν ἐν νέα τὸ σωφρονεῖν,
οὐπώποθ' ὑγιὲς αἷμα μαργώντων φλογὶ
ποτῶν ἔφυρον, οὐδ ̓ ἀναισχύντως χλιδὰς
θηρῶν νοσωδεῖς ἐξετηκόμην σθένος
τοιγὰρ τὸ τοῦδε γῆρας ὡς χειμών ποτε
ἰσχυρὸς ἦλθε, ψυχρόν, εὐμενὲς δ ̓ ὅμως.

ἴθ ̓, ἔα μ ̓ ἕπεσθαι, μηδὲ νοσφίσῃς σέθεν,
ἴθ ̓, ἄντομαί σε.—Πάνθ ̓ ὅσ ̓ ἄν νεανίας
δύναιτο, δράσω, σὴν χάριν πονούμενος.
ΟΡ. ὦ λῆμ ̓ ἄριστον, ὥς συ τοῖς πάλαι πρέπεις
θνητοῖς βεβαιότητι γενναία φρενῶν,
οἱ δεσπόταισι γνησίῳ προθυμία

ἐκαρτέρουν κάμνοντες, οὐ κέρδους χάριν.
νῦν δ ̓ ἐν βροτοῖσι τἄμπαλιν νομίζεται,
κοὐδεὶς ἀμισθὶ τοῖς πέλας πονεῖν θέλει,

5

10

15

20

25

And having that, do choke their service up
Even with the having: it is not so with thee.
But, poor old man! thou prun'st a rotten tree,

That cannot so much as a blossom yield,
In lieu of all thy pains and husbandry.

But come thy ways! we'll go along together;
And ere we have thy youthful wages spent
We'll light upon some settled low content.

Ad. Master, go on; and I will follow thee,
To the last gasp, with truth and loyalty.

[1828

TROILUS AND CRESSIDA, Acт 3. Sc. 3.
Ulysses. Achilles.

Ul. TIME hath, my Lord, a wallet at his back,

Wherein he puts alms for oblivion,

A great-sized monster of ingratitudes :

Those scraps are good deeds past; which are devoured

As fast as they are made; forgot as soon

As done. Perseverance, dear my Lord,

Keeps honour bright. To have done, is to hang

Quite out of fashion, like a rusty mail

In monumental mockery. Take the instant way;

For honour travels in a strait so narrow,

μισθὸν δὲ πᾶς τις εὐθέως κεκτημένος σπουδὴν ἀπεῖπε τὴν πρὶν ὡς τάχος πάλιν. σοὶ δ ̓ οὐ δέδοκται τοίαδ ̓, ὦ φίλον κάρα. ξηρόν γε μέντοι, πρέσβυ, κηπεύων φυτὸν ματαῖα μοχθεῖς, οὗ σεσηπότες κλάδοι οὐδ ̓ ἄνθος ἓν φύσουσι τῶν πόνων θέρος. ἀλλ ̓, εἰ δοκεῖ, φευξούμεθ ̓ εἰς ξένην ὁμοῦ, καὶ πρὶν τὰ χρήματ ̓ ἐξαναλῶσαι τάδε, τάχ ̓ ἂν βραχεῖαν ἥσυχόν θ' εὑροίμεθα τροφὴν ἀλητεύοντε, καὶ παῦλαν πλάνης. ΑΔ. χώρει σὺ, σοὶ δὲ διὰ τέλους ἐφέψομαι, ἕως ἂν αἰὼν οὔμος ἀντέχῃ, τέκνον, πιστῷ προθύμως κἀμπέδῳ φρονήματι.

30

35

1828.]

ΟΔΥΣΣΕΥΣ. ΑΧΙΛΛΕΥΣ.

ΟΔ. ὮΝΑΞ, φέρει πήραν τιν ̓ ὤμοισιν χρόνος,
ὅπου κομίζει πτωχικὰς Λήθῃ τροφάς,
τῇ δυσχαρίστοις χάρισιν ἐξωγκωμένη.
τάδ ̓ ἐκ παλαιῶν κλάσματ ̓ εὖ δεδραμένων
ὁμοῦ πεπραγμέν ̓ ἐστὶ καὶ βεβρωμένα,
πέφυκεν ἄρτι, καὶ λέληθ ̓ αὐθήμερον.
τὸ γοῦν ἔχεσθαι τῶν πεπραγμένων ἄπριξ,
σώζει τὸ καλλιφεγγὲς εὐκλείας φάος,
ὁ δ ̓ αὖτ ̓ ἀπειπὼν, οἷάπερ πανοπλία
μελαμπαγής τις, ἐκποδὼν ἐκρήμνατο
ἀρχαιοσέμνῳ γαυριῶν ἀγάλματι.
ἴθ ̓ ἁρπάσαι, τὸν ἔνθεν ἁρπάσαι στίβον,
εὐδοξία γὰρ ἐν στενοῖς ὁδοιπορεῖ,

5

10

Where but one goes abreast: keep then the path;

For emulation hath a thousand sons,

That one by one pursue. If you give way,

Or hedge aside from the direct forthright,

Like to an enter'd tide they all rush by,
And lead you hindmost ;—

Or, like a gallant horse fallen in first rank,

Lie there for pavement to the abject rear,

O'errun and trampled on. Then what they do in present,

Though less than yours in past, must o'ertop yours:

For time is like a fashionable host,

That slightly shakes his parting guest by the hand;

And with his arms outstretch'd, as he would fly,

Grasps-in the comer.

Welcome ever smiles,

And farewell goes out sighing. O, let not virtue seek

Remuneration for the thing it was!

For beauty, wit,

High birth, vigour of bone, desert in service,

Love, friendship, charity, are subjects all

To envious and calumniating time.

One touch of nature makes the whole world kin,—
That all, with one consent, praise new-born gawds,
Though they are made and moulded of things past;

1828.]

PORSON PRIZE.

ἵν ̓ οὐ τρέχει τις, μὴ οὐ μονοστιβὴς δραμών.
κράτει, κράτει σὺ τῆς ὁδοῦ, ζῆλος γὰρ οὖν
τέκνων φυτεύει μυρίων βλαστήματα,
τούτων δ ̓ ἐφεξῆς πᾶς σέ τις κυνηγετεῖ.
σοῦ δ ̓ ἐκκλιθέντος ἢ πεσόντος ἐκδρόμου,
ἐπεισπεσόντι προσφερεῖς κλυδωνίῳ
ὑπερθέουσι, λοίσθιον λελοιπότες.

καὶ μὴν προκείσει γ ̓ ἐκτάδην, χαμαιπετὲς
λάκτισμα τοῖσιν ἐσχάτην τεταγμένοις,
ὡς εὐγενής τις ἵππος ἐν πρόμοις πεσὼν,
πατούμενός τε καὶ κατεσποδημένος.
τοίγαρ τὰ τούτων ἀρτίως εἰργασμένα
νικῶν τὰ σοῦ παλαιὰ, κἂν μείζω κύρῃ,
πᾶσ ̓ ἐστ ̓ ἀνάγκη προξένου γὰρ εὐτρόπου
ὀργαῖς ἔοικεν αἰολοστρόφοις χρόνος,
ὅστις δι ̓ ὑγρᾶς τοὺς μὲν ἐξορμωμένους
μεθῆκε χειρὸς, τὸν δὲ δὴ νεήλυδα
πτηνοῖς ἔμαρψεν ἀγκάλων πετάσμασιν
φαιδρός γε τοίνυν φροιμιάζεται γέλως,
τῷ δ ̓ ἐξιόντι θρῆνός ἐσθ ̓ ὁμόστολος.
μὴ δῆτα πρὸς θεῶν ἀρετὴ θηρευσάτω
τοῦ πρὶν γενέσθαι μίσθον· εὐγένεια γὰρ
ἀλκὴ, φρόνησις, καλλονὴ, προθυμία,
φιλότης, ἔρως, εὔνοια,—πάνθ ̓ ἁπλῷ λόγῳ,
χρόνου φθονοῦντος καὶ φιλοψόγου κλύει.
ἐμφυλίῳ γὰρ ξυγγενὴς κηδέυματι
φύσις ξυνάπτει πάντας, ὡς ὁμοῤῥόθοις
φήμαις ἐπαινεῖν νεόγον ἀγλαΐσματα

καίπερ παλαιοῖς σχήμασιν πεπλασμένα,

45

15

20

25

30

35

40

« AnteriorContinua »